Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.150 Joseph. AJ 12.157 (English) >>Joseph. AJ 12.162

12.154

Μετὰ δὲ ταῦτα φιλίαν καὶ σπονδὰς πρὸς Πτολεμαῖον Ἀντίοχος ἐποιήσατο καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα Κλεοπάτραν πρὸς γάμον παραχωρήσας αὐτῷ τῆς κοίλης Συρίας καὶ Σαμαρείας καὶ Ἰουδαίας καὶ Φοινίκης φερνῆς ὀνόματι. 12.155καὶ διαιρεθέντων εἰς ἀμφοτέρους τοὺς βασιλέας τῶν φόρων τὰς ἰδίας ἕκαστοι τῶν ἐπισήμων ὠνοῦντο πατρίδας φορολογεῖν καὶ συναθροίζοντες τὸ προστεταγμένον κεφάλαιον τοῖς βασιλεῦσιν ἐτέλουν. 12.156ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ἰουδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες· ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου. 12.157τελευτήσαντος γὰρ Ἐλεαζάρου τὴν ἀρχιερωσύνην θεῖος αὐτοῦ Μανασσῆς παρέλαβεν, μεθʼ ὃν καταστρέψαντα τὸν βίον Ὀνίας τὴν τιμὴν ἐξεδέξατο Σίμωνος υἱὸς ὢν τοῦ δικαίου κληθέντος· Σίμων δʼ ἦν ἀδελφὸς Ἐλεαζάρου, καθὼς προεῖπον. 12.158οὗτος Ὀνίας βραχὺς ἦν τὴν διάνοιαν καὶ χρημάτων ἥττων καὶ διὰ τοῦτο τὸν ὑπὲρ τοῦ λαοῦ φόρον, ὃν τοῖς βασιλεῦσιν οἱ πατέρες αὐτοῦ ἐτέλουν ἐκ τῶν ἰδίων, τάλαντα εἴκοσιν ἀργυρίου μὴ δούς, εἰς ὀργὴν ἐκίνησεν τὸν βασιλέα Πτολεμαῖον τὸν Εὐεργέτην, ὃς ἦν πατὴρ τοῦ Φιλοπάτορος. 12.159καὶ πέμψας εἰς Ἱεροσόλυμα πρεσβευτὴν ᾐτιᾶτο τὸν Ὀνίαν ὡς οὐκ ἀποδιδόντα τοὺς φόρους καὶ ἠπείλει κληρουχήσειν αὐτῶν τὴν γῆν οὐκ ἀπολαβὼν καὶ πέμψειν τοὺς ἐνοικήσοντας στρατιώτας. ἀκούσαντες δὲ τὰ παρὰ τοῦ βασιλέως οἱ Ἰουδαῖοι συνεχύθησαν, τὸν δὲ Ὀνίαν τούτων ἐδυσώπει διὰ τὴν φιλοχρηματίαν οὐδέν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.150 Joseph. AJ 12.157 (English) >>Joseph. AJ 12.162

Powered by PhiloLogic